伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第32章 撒谎的人

有个穷人患病,病得不轻。他向神明许愿,若是神明们能救他一命,就敬献百牲祭。众神想考验他,便让他很快康复了。他病愈下床后,没有真牛,便用面粉做了一百头牛,放到一处祭坛上焚化,说道:“众神啊,请接受我许的愿。”神明们也想蒙骗他一下,就托给他一个梦,劝他到海边去,说他在那里可以找到一千块钱。他非常高兴,就飞跑着去到海边。在那里,他遇上了海盗,被掳走,卖了一千块钱。

这则故事适用于说谎的人。

28. ἀνὴρ φέναξ

ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι,εἰ περισώσειαν αὐτόν. οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει,στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών·“ἀπέχετε τὴν εὐχήν,ὦ δαίμονες.”οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν,παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσει Ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη καὶ ὑπ᾽ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.

ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.